Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.10 Joseph. AJ 16.14 (English) >>Joseph. AJ 16.20

16.13κἀκεῖνος μὲν εἴξας λιπαρῶς ἐγκειμένου ἧκεν εἰς τὴν Ἰουδαίαν, Ἡρώδης δὲ οὐδὲν ἀρεσκείας ἀπέλιπεν ἔν τε ταῖς νεοκτίστοις πόλεσιν ὑποδεχόμενος αὐτὸν καὶ μετὰ τοῦ τὰς κατασκευὰς ἐπιδεικνύναι πᾶσαν ἀπόλαυσιν διαίτης καὶ πολυτελείας ἐξαλλάττων αὐτῷ καὶ τοῖς φίλοις ἔν τε τῇ Σεβαστῇ καὶ Καισαρείᾳ περὶ τὸν λιμένα τὸν ὑπʼ αὐτοῦ κατεσκευασμένον κἀν τοῖς ἐρύμασιν, πολλαῖς δαπάναις ἐξῳκοδόμησεν, τό τε Ἀλεξάνδρειον καὶ Ἡρώδειον καὶ τὴν Ὑρκανίαν. 16.14ἦγεν δὲ καὶ εἰς τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν ὑπαντῶντός τε τοῦ δήμου παντὸς ἐν ἑορτώδει στολῇ καὶ δεχομένου τὸν ἄνδρα σὺν εὐφημίαις. Ἀγρίππας δὲ τῷ θεῷ μὲν ἑκατόμβην κατέθυσεν, ἑστιᾷ δὲ τὸν δῆμον οὐδενὸς τῶν μεγίστων πλήθει λειπόμενον. 16.15αὐτὸς δὲ ὅσον ἐπὶ τῷ καθʼ ἡδονὴν κἂν ἔτι πλείους ἐπιμείνας ἡμέρας διὰ τὸν καιρὸν ἠπείγετο· τὸν γὰρ πλοῦν ἐπιβαίνοντος τοῦ χειμῶνος οὐκ ἐνόμιζεν ἀσφαλῆ κομιζομένῳ πάλιν ἐξ ἀνάγκης εἰς τὴν Ἰωνίαν. 16.16

Ἐκεῖνος μὲν οὖν ἀπέπλει πολλαῖς αὐτὸν δωρεαῖς τετιμηκότος Ἡρώδου καὶ τῶν σὺν αὐτῷ τοὺς ἐπισημοτάτους. δὲ βασιλεὺς χειμάσας ἐν τοῖς οἰκείοις ἔαρος ἠπείγετο συντυχεῖν αὐτῷ τὴν εἰς Βόσπορον εἰδὼς στρατείαν προηγούμενον. 16.17καὶ πλεύσας διὰ Ῥόδου καὶ Κῶ προσέσχεν, περὶ Λέσβον οἰόμενος ἐπικαταλήψεσθαι τὸν Ἀγρίππαν. ἐκεῖ δʼ αὐτὸν ἀπολαμβάνει πνεῦμα βόρειον εἶργον τὴν ἀναγωγὴν τῶν νεῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.10 Joseph. AJ 16.14 (English) >>Joseph. AJ 16.20

Powered by PhiloLogic